previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διαίρεσις γενεθλιαλογίας Τούτων δὴ προεκτεθειμένων, εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκα διαιροίη τὸ καθ̓ ὅλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον, ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ̓ αὐτὴν τὴν γένεσιν, οὐκέθ̓ οὕτω μίαν οὖσαν καὶ ἁπλῆν: τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν, πολυμερεστέραν καὶ ταύτην θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατ̓ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ περὶ διδυμογόνων πλειστογόνων καὶ περὶ τεράτων καὶ περὶ ἀτρόφων: τῶν δὲ μετὰ τὴν γένεσιν τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα περὶ μορφῆς σώματος καὶ περὶ παθῶν σινῶν σωματικῶν: ἑξῆς δὲ περὶ ψυχῆς ποιότητος καὶ περὶ παθῶν [p. 236] ψυχικῶν: ἔπειθ̓ περὶ τύχης κτητικῆς καὶ περὶ τύχης ἀξιωματικῆς, μετὰ δὲ ταῦτα περὶ πράξεως ποιότητος: εἶτα περὶ συμβιώσεως γαμικῆς καὶ περὶ τεκνοποιίας καὶ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων: ἑξῆς δ̓ περὶ ξενιτείας καὶ τελευταῖος περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ̓ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος: ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας ἀποπεμπόμενοι: τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν, οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δἰ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι: καθ̓ ὅλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθ̓ ἕκαστον εἶδος ταυτολογῶμεν. Πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζωδιακοῦ τῷ ζητουμένῳ τῆς γενέσεως κατ̓ εἶδος κεφαλαίῳ, καθάπερ λόγου ἕνεκεν τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος, τῷ περὶ πατρὸς τὸν ἡλιακόν: ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτίας καθ̓ οὓς ἐπάνω προείπομεν πέντε [p. 238] τρόπους. κἂν μὲν εἷς κατὰ πάντας κύριος, τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτίαν: ἐὰν δὲ δύο τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους: μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποιὸν τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι: πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν τὸ ἐναντίον: δραστικώτατοι μὲν γάρ εἰσιν ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἐν οἰκείοις ὦσι τόποις: καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς: κατὰ γένεσιν δὲ ὅταν ἐπὶ τῶν κέντρων τῶν ἐπαναφορῶν παροδεύωσι καὶ μάλιστα τῶν πρώτων, λέγω δὴ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις: ἀδρανέστατοι δὲ ὅταν κοσμικῶς μὲν ἐν τοῖς ἀλλοτρίοις ἀνοικείοις ὦσι τόποις καὶ δυτικοὶ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι: κατὰ γένεσιν δὲ ὅταν ἀποκλίνωσι τῶν κέντρων: πρὸς δὲ τὸν καθ̓ [p. 240] ὅλου χρόνον τοῦ ἀποτελέσματος πότερον ἑῷοί εἰσιν ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια: καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν τῶν ἐπαναφορῶν: ἑῷοι μὲν γὰρ ὄντες ἐπίκεντροι κατ̓ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

hide References (19 total)
  • Cross-references to this page (19):
    • Dictionary of Greek and Roman Geography (1854), CA´RALIS
    • Dictionary of Greek and Roman Geography (1854), CORNUS
    • Dictionary of Greek and Roman Geography (1854), CORSI
    • Dictionary of Greek and Roman Geography (1854), CUNICULA´RIAE INSULAE
    • Dictionary of Greek and Roman Geography (1854), GURU´LIS
    • Dictionary of Greek and Roman Geography (1854), HE´RCULIS PORTUS
    • Dictionary of Greek and Roman Geography (1854), INSA´NI MONTES
    • Dictionary of Greek and Roman Geography (1854), NEA´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), NORA
    • Dictionary of Greek and Roman Geography (1854), PALLE´NE
    • Dictionary of Greek and Roman Geography (1854), PHINTON
    • Dictionary of Greek and Roman Geography (1854), SARDI´NIA
    • Dictionary of Greek and Roman Geography (1854), SARDO´UM
    • Dictionary of Greek and Roman Geography (1854), SULCI
    • Dictionary of Greek and Roman Geography (1854), THARRAS
    • Dictionary of Greek and Roman Geography (1854), TIBULA
    • Dictionary of Greek and Roman Geography (1854), TURRIS LIBYSSONIS
    • Dictionary of Greek and Roman Geography (1854), USELLIS
    • Dictionary of Greek and Roman Geography (1854), VALE´NTIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: